Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.79 Dem. 19.82 (English) >>Dem. 19.85

19.81οὐ γὰρ ἔγωγʼ ἂν ἔδωκʼ οὐδενὶ οὐδὲν ὥστε μοι παραστάντας ἐνταυθὶ βοᾶν οἷα πεπόνθασιν· γὰρ ἀλήθεια καὶ τὰ πεπραγμένʼ αὐτὰ βοᾷ. ἀλλὰ μὴν γε δῆμος τῶν Φωκέων οὕτω κακῶς καὶ ἐλεινῶς διάκειται ὥστε μὴ περὶ τοῦ κατηγορεῖν ἑκάστῳ τὰς Ἀθήνησιν εὐθύνας εἶναι τὸν λόγον, ἀλλὰ δουλεύειν καὶ τεθνάναι τῷ φόβῳ Θηβαίους καὶ τοὺς Φιλίππου ξένους, οὓς ἀναγκάζονται τρέφειν, διῳκισμένοι κατὰ κώμας καὶ παρῃρημένοι τὰ ὅπλα. 19.82μὴ δὴ ταῦτα λέγειν αὐτὸν ἐᾶτε, ἀλλʼ ὡς οὐκ ἀπολώλασι Φωκεῖς δεικνύναι, ὡς οὐχ ὑπέσχετο σώσειν αὐτοὺς Φίλιππον. τοῦτο γάρ εἰσι πρεσβείας εὔθυναι, τί πέπρακται; τί ἀπήγγειλας; εἰ μὲν ἀληθῆ, σῴζου· εἰ δὲ ψευδῆ, δίκην δός. εἰ δὲ μὴ πάρεισι Φωκεῖς, τί τοῦτο; οὕτω γὰρ διέθηκας αὐτούς, οἶμαι, τὸ μέρος σύ, ὥστε μήτε τοῖς φίλοις βοηθεῖν μήτε τοὺς ἐχθροὺς ἀμύνεσθαι δύνασθαι.

19.83καὶ μὴν ὅτι χωρὶς τῆς ἄλλης αἰσχύνης καὶ ἀδοξίας, ἣν τὰ πεπραγμένʼ ἔχει, καὶ μεγάλοι κίνδυνοι περιεστᾶσιν ἐκ τούτων τὴν πόλιν, ῥᾴδιον δεῖξαι. τίς γὰρ οὐκ οἶδεν ὑμῶν ὅτι τῷ Φωκέων πολέμῳ καὶ τῷ κυρίους εἶναι Πυλῶν Φωκέας τʼ ἀπὸ Θηβαίων ἄδειʼ ὑπῆρχεν ἡμῖν, καὶ τὸ μηδέποτʼ ἐλθεῖν ἂν εἰς Πελοπόννησον μηδʼ εἰς Εὔβοιαν μηδʼ εἰς τὴν Ἀττικὴν Φίλιππον μηδὲ Θηβαίους;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.79 Dem. 19.82 (English) >>Dem. 19.85

Powered by PhiloLogic